Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα
  2. πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
  3. μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
  4. ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  5. ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
  6. ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
  7. ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
  8. νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.
  9. ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·
  10. αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν
  11. ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.
  12. ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,
  13. αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
  14. ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς