Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.
  2. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
  3. Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,
  4. κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.
  5. ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
  6. ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
  7. προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
  8. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
  9. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  10. σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
  11. κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
  12. κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
  13. βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·
  14. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,