Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  2. Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·
  3. οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
  4. σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων
  5. ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.
  6. ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
  7. ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·
  8. τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες
  9. ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.
  10. ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων,
  11. ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,
  12. ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.
  13. ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον
  14. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,
  15. ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.
  16. δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο
  17. ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·
  18. δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,
  19. οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ
  20. θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.