Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,
  2. ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ
  3. οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.
  4. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
  5. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
  6. ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
  7. ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε
  8. εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.
  9. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
  10. Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·
  11. εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω
  12. καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.
  13. τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν
  14. ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο
  15. μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος
  16. ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.
  17. ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,
  18. ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.
  19. μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
  20. Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·