Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·
  2. ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
  3. οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
  4. ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
  5. χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.
  6. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,
  7. ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
  8. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  9. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
  10. γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ
  11. κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·
  12. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
  13. τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·
  14. αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον
  15. πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.
  16. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  17. τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
  18. ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
  19. ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ
  20. ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.