Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,
  2. οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.
  3. οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
  4. ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης
  5. ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
  6. χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,
  7. μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
  8. αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη
  9. αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω
  10. δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  11. τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·
  12. ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
  13. γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
  14. κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
  15. γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
  16. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
  17. μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
  18. ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
  19. οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
  20. τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,