Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·
  2. χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
  3. ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
  4. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  5. Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·
  6. τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
  7. Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·
  8. τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
  9. τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  10. οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
  11. πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
  12. οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
  13. ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·
  14. ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
  15. καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·
  16. τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
  17. οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
  18. καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
  19. πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
  20. πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.