Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
  2. αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
  3. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
  4. ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται
  5. Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
  6. ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,
  7. ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
  8. κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.
  9. οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,
  10. στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
  11. ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
  12. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·
  13. μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.
  14. ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ
  15. νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.
  16. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
  17. αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
  18. τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
  19. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον
  20. εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
  21. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  22. ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
  23. ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας
  24. αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι
  25. οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ
  26. νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
  27. Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες
  28. αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,
  29. ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
  30. Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω
  31. τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
  32. αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
  33. λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.
  34. ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
  35. εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
  36. ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς
  37. οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·
  38. οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·
  39. μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
  40. γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·
  41. ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος
  42. ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,
  43. δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε
  44. κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.
  45. εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε
  46. αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
  47. μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν
  48. ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος
  49. μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
  50. γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
  51. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  52. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
  53. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,
  54. ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
  55. ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
  56. ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  57. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  58. ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
  59. Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
  60. κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
  61. εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
  62. αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·
  63. εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.
  64. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  65. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,
  66. ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
  67. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,
  68. μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
  69. πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·
  70. κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
  71. βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
  72. ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  73. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  74. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
  75. Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  76. Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν
  77. ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον
  78. βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.
  79. μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
  80. ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
  81. μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
  82. ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,
  83. δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,
  84. οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
  85. ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·
  86. τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
  87. ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·
  88. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
  89. τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα
  90. παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·
  91. ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.
  92. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
  93. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  94. θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  95. οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,
  96. ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
  97. ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
  98. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  99. αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
  100. ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
  101. πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
  102. ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.
  103. τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν
  104. ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
  105. ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.
  106. ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.
  107. ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
  108. κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  109. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  110. ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
  111. ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,
  112. σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,
  113. ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα
  114. ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,
  115. λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης
  116. γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ
  117. ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.
  118. τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·
  119. ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;
  120. ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
  121. ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;
  122. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  123. οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
  124. ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει
  125. ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.
  126. ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,
  127. κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
  128. ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.
  129. ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,
  130. ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
  131. ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,
  132. βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·
  133. καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.
  134. ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο
  135. ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.
  136. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  137. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
  138. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  139. κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
  3. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  4. εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,
  5. ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·
  6. ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με μήτηρ
  7. ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω
  8. κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,
  9. πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω.
  10. τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι
  11. δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι
  12. πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας
  13. ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·
  14. ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ
  15. ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.
  16. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  17. ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·
  18. πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς
  19. δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.
  20. οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,
  21. ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.
  22. ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,
  23. αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
  24. αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ
  25. στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.
  26. ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,
  27. κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  28. αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,
  29. ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,
  30. αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
  31. τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
  32. κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
  33. δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι
  34. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
  35. καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
  36. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
  37. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,
  38. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
  39. κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
  40. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  41. ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
  42. ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε
  43. λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.
  44. ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  45. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  46. μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ
  47. ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·
  48. ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  49. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  50. εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
  51. ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
  52. αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω
  53. ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.
  54. τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,
  55. Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
  56. ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
  57. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  58. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  59. εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
  60. ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
  61. Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει
  62. ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  63. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·
  64. τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
  65. ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο
  66. ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.
  67. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,
  68. ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης,
  69. οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,
  70. ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα.
  71. τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν
  72. ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν
  73. Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη.
  74. τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·
  75. Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,
  76. ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.
  77. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  78. Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.
  79. εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
  80. λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,
  81. αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε·
  82. εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,
  83. δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.
  84. ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.
  85. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  86. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  87. ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
  88. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  89. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  90. ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
  91. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  92. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  93. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  94. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  95. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  96. μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
  97. κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.
  98. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
  99. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  100. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  101. Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
  102. λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
  103. αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
  104. ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,
  105. πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,
  106. νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.
  107. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  108. τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
  109. ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·
  110. δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
  111. ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
  112. ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος
  113. ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
  114. αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,
  115. ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·
  116. ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
  117. ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
  118. ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
  119. Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
  120. εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
  121. ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·
  122. αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·
  123. καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  124. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  125. ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
  126. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  127. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  128. κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  129. βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  130. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  131. ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
  132. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  133. τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
  134. ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
  135. κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
  136. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  137. πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  138. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
  139. ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,
  140. ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
  141. τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
  142. φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,
  143. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  144. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
  145. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  146. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
  147. ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.
  148. ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον
  149. ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
  150. ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
  151. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  152. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  153. ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·
  154. ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·
  155. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα
  156. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
  157. ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
  158. ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,
  159. ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·
  160. τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
  161. ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
  162. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  163. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  164. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  165. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  166. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  167. μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
  168. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
  169. ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.
  170. ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα
  171. πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,
  172. καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα
  173. ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·
  174. κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις,
  175. ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα·
  176. οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
  177. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.
  178. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  179. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  180. οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
  181. ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
  182. δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε
  183. ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.
  184. τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·
  185. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις
  186. σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε
  187. αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·
  188. ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω
  189. νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—
  190. ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα
  191. ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.
  192. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  193. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  194. ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
  195. δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,
  196. σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.
  197. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
  198. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·
  199. Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
  200. τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
  201. ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα
  202. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
  203. σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
  204. ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
  205. ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
  206. τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,
  207. τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·
  208. ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
  209. πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
  210. ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο
  211. νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·
  212. ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς
  213. αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
  214. δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.
  215. τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,
  216. ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·
  217. νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
  218. ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
  219. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,
  220. πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
  221. ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,
  222. αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·
  223. τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
  224. σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,
  225. καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.
  226. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει
  227. ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον
  228. βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.
  229. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  230. αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
  231. πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων
  232. πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.
  233. ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν
  234. ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,
  235. ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς
  236. ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,
  237. ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.
  238. ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης
  239. νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·