Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
  2. μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.
  3. ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,
  4. εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.
  5. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
  6. κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι
  7. τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε
  8. μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.
  9. τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας
  10. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  11. Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις
  12. ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.
  13. ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο
  14. ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.
  15. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  16. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  17. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  18. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  19. ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·
  20. Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα
  21. πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·
  22. καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν
  23. ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
  24. τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·
  25. Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,
  26. τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.
  27. ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους
  28. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
  29. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
  30. Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
  31. εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,
  32. νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
  33. οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε
  34. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
  35. τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,
  36. ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης
  37. ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,
  1. τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
  2. ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ,
  3. ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·
  4. Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
  5. οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς
  6. σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.
  7. αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
  8. Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος
  9. ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
  10. ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.
  11. οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς
  12. ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,
  13. ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,
  14. κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,
  15. κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
  16. χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
  17. ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ
  18. ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,
  19. μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,
  20. ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
  21. πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·
  22. καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  23. ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
  24. ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.
  25. ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ
  26. τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
  27. οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,
  28. ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,
  29. ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.
  30. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  31. ἔσσεται οὕτως, ἄττα· σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω,
  32. ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,
  33. ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη
  34. ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ
  35. χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα.
  36. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  37. καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
  38. σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ
  39. φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
  40. ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·
  41. αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
  42. τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·
  43. Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε·
  44. ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην
  45. σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει.
  46. ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ συβώτης.
  47. χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·
  48. ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.
  49. τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης
  50. ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,
  51. σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,
  52. ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·
  53. αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.
  54. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  55. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  56. δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·
  57. ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ ναῦται
  58. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  59. οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  60. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  61. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
  62. ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,
  63. φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι
  64. πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.
  65. νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς
  66. ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·
  67. ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.
  68. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  69. Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
  70. πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
  71. αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα
  72. ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·
  73. μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
  74. ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,
  75. εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
  76. ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος
  77. μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
  78. ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
  79. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
  80. δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,
  81. πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
  82. εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·
  83. εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
  84. ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
  85. κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι
  86. ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·
  87. μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.
  88. πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
  89. ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
  90. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  91. ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
  92. ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
  93. οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
  94. ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
  95. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
  96. ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,
  97. ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
  98. μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
  99. αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,
  100. ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·
  101. αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
  102. εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,
  103. ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  104. εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,
  105. βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
  106. τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
  107. ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
  108. ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
  109. καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας
  110. μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.
  111. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  112. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  113. οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,
  114. οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ
  115. μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
  116. ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·
  117. μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,
  118. μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς
  119. μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.
  120. τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.
  121. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  122. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  123. ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,
  124. τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
  125. ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
  126. ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
  127. οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
  128. ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
  129. ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ
  130. εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.
  131. αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,
  132. οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν
  133. πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.
  134. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  135. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  136. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  137. ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω
  138. δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων
  139. ἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳ
  140. πῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·
  141. αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,
  142. οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,
  143. οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε
  144. ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.
  145. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  146. ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·
  147. εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,
  148. πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.
  149. ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς
  150. πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν
  151. ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
  152. κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.
  153. ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ πέδιλα,
  154. δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην
  155. λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,
  156. ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ
  157. καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.
  158. στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·
  159. οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν,
  160. οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,
  161. ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο
  162. κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.
  163. ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,
  164. ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
  165. στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·
  166. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.
  167. ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
  168. ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε
  169. ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ
  170. δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.
  171. ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
  172. φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα
  173. θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.
  174. ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,
  175. κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.
  176. ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς
  177. ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,
  178. ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,
  179. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  180. ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,
  181. ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.
  182. ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·
  183. ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
  184. ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων
  185. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  186. οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;
  187. ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων
  188. πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
  189. ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν
  190. δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.
  191. Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,
  192. ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  193. οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων
  194. θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
  195. οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
  196. ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
  197. ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
  198. ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·
  199. νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  200. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  201. Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα
  202. οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·
  203. οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  204. ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,
  205. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  206. αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
  207. ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,
  208. ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε
  209. ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.
  210. ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  211. ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
  212. ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ
  213. ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
  214. ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·
  215. κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
  216. φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
  217. ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
  218. ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
  219. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  220. εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  221. ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
  222. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  223. οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  224. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  225. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
  226. Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
  227. ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·
  228. καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
  229. κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
  230. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.
  231. καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·
  232. νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
  233. ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
  234. ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
  235. ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
  236. καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
  237. φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι
  238. μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.
  239. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  240. ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,
  241. χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·
  242. ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη
  243. ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
  244. μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,
  245. ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.
  246. ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
  247. κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·
  248. ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,
  249. ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,
  250. ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,
  251. καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
  252. καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.
  253. τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
  254. μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
  255. ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,
  256. φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.
  257. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  258. τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  259. καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
  260. ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.
  261. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  262. ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,
  263. ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις
  264. ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
  265. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  266. οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
  267. φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
  268. ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
  269. ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν
  270. οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·
  271. αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,
  272. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
  273. εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
  274. τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
  275. ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
  276. ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.
  277. ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
  278. μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι
  279. πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
  280. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  281. ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,
  282. νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας
  283. ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται
  284. ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας
  285. πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
  286. παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
  287. ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
  288. οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  289. ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
  290. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,
  291. μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
  292. ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
  293. καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
  294. νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε
  295. καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,
  296. ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα
  297. Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.
  298. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  299. εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
  300. μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,
  301. μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
  302. μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,
  303. ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·
  304. καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,
  305. ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,
  306. ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.
  307. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
  308. ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,
  309. γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·
  310. ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω
  311. ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.
  312. δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,
  313. ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι
  314. χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.
  315. ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,
  316. αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·
  317. ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
  318. ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,
  319. εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.
  320. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  321. ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,
  322. ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
  323. οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
  324. νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
  325. τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,
  326. αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
  327. αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,
  328. ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
  329. οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει
  330. ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ
  331. ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
  332. τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
  333. τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.
  334. ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος,
  335. κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·
  336. ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.
  337. Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς
  338. πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
  339. αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,
  340. βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.
  341. μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,