Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν
  2. θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
  3. ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος
  4. πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  5. δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
  6. μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
  7. σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ
  8. κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο
  9. οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  10. ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.
  11. καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
  12. δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·
  13. τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
  14. ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
  15. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  16. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  17. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  18. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·
  19. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
  20. πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·