Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο,
  2. Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,
  3. υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν
  4. ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,
  5. ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.
  6. τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,
  7. ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
  8. ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
  9. βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο
  10. Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·
  11. Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,
  12. ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.
  13. δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
  14. δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
  15. δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  16. ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  17. ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  18. Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
  19. κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
  20. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον