Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
  2. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς
  3. πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
  4. τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
  5. εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων
  6. ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·
  7. κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
  8. εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει
  9. ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι
  10. καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,
  11. καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.
  12. ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
  13. εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,