Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
  2. τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
  3. αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
  4. τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι
  5. ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,
  6. οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
  7. σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
  8. ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
  9. ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.
  10. οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
  11. ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
  12. ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·
  13. ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
  14. ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
  15. τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
  16. πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·
  17. ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο
  18. ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
  19. καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
  20. ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων