Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆαἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺςἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλαεἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖοᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τεἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦβόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,