τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳπαμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησαἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντοψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντεςπαρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλοςθεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσαμῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·