Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα
  2. εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο
  3. ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.
  4. ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε
  5. ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  6. βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
  7. ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,
  8. πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
  9. τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.
  10. πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,
  11. ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
  12. ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,
  13. Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
  14. παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.
  15. τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,
  16. ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα
  17. ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο
  18. ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.
  19. νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες
  20. παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,
  21. πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,
  22. ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·
  23. οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος
  24. θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.
  25. δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
  26. μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,
  27. δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
  28. ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·
  29. αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  30. ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα
  31. αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
  32. πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·
  33. οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·
  34. σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς
  35. ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.
  36. τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
  37. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  38. Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;
  39. ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.
  40. ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
  41. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  42. ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.
  43. Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα
  44. ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
  45. ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν
  46. ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.
  47. νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,
  48. πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
  49. Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·
  50. οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο
  51. νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·
  52. ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.
  53. μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν
  54. νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,
  55. ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,
  56. σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
  57. ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.
  58. ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,
  59. τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.
  60. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  61. ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.
  62. νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
  63. ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,
  64. εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·
  65. ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,
  66. Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,
  67. τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.
  68. τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·
  69. ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,
  70. αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
  71. ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο
  72. χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·
  73. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  74. τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο
  75. ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;
  76. ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,
  77. αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.
  78. ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον
  79. κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,
  80. καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·
  81. νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·
  82. τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω
  83. λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ
  84. χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
  85. ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,
  86. αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
  87. ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα
  88. Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,
  89. βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα
  90. Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
  91. τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
  92. καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
  93. εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
  94. νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
  95. ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,
  96. νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,
  97. ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι
  98. μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
  99. ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·
  100. αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
  101. κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,
  102. ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,
  103. εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
  104. ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
  105. οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους
  106. οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
  107. σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·
  108. ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης
  109. φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
  110. καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,
  111. ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
  112. ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
  113. οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας
  114. ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  115. πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
  116. ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ
  117. γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
  118. ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.
  119. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  120. Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
  121. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  122. μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·
  123. ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν
  124. ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.
  125. εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;
  126. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  127. ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.
  128. ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων
  129. αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·
  130. ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.
  131. ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω
  132. Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·
  133. αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ
  134. ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,
  135. καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  136. τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα
  137. ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.
  138. μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,
  139. Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι
  140. πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.
  141. ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις
  142. νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες
  143. εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;
  144. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  145. μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο
  146. ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·
  147. οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
  148. γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,
  149. ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ
  150. Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.
  151. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  152. τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
  153. ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα
  154. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;
  155. εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,
  156. ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη
  157. ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.
  158. εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,
  159. ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει
  160. ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.
  161. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·
  162. καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
  163. σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ
  164. φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
  165. σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος
  166. Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας
  167. δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·
  168. πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει
  169. ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ
  170. δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,
  171. ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,
  172. ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·
  173. αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,
  174. πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο
  175. φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.
  176. ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει
  177. σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.
  178. οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·
  179. οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα
  180. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,
  181. οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα
  182. τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·
  183. ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,
  184. σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.
  185. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξας
  186. μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.
  187. τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,
  188. τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ
  189. ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,
  190. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  191. μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα,
  192. ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε
  193. ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;
  194. ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια
  195. ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;
  196. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·
  197. ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,
  198. οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,
  199. ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·
  200. οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,
  201. ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο
  202. δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,
  203. ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.
  204. ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα
  205. ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.
  206. νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκες
  207. ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,
  208. ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.
  209. αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,
  210. αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.
  211. ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
  212. σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
  213. οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.
  214. αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη
  215. ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.
  216. ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,
  217. ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,
  218. φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·
  219. ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,
  220. ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,
  221. καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.
  222. τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
  223. ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·
  224. πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,
  225. κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.
  226. λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.
  227. αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,
  228. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  229. χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ
  230. τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
  231. ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.
  232. νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·
  233. αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.
  234. ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
  235. ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,
  236. τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην
  237. ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ
  238. ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.
  239. τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,
  240. Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.
  241. τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,
  242. ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,
  243. καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,
  244. οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,
  245. πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο
  246. ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.
  247. τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,
  248. ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα
  249. γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·
  250. καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,
  251. τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.
  252. μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,
  253. ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο
  254. γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας
  255. γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.
  256. ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων
  257. Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·
  258. ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,
  259. ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,
  260. ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω
  261. πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.
  262. καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς
  263. γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,
  264. ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,
  265. ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·
  266. ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,
  267. Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.
  268. τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,
  269. τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς
  270. τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους
  271. ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης
  272. ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων
  273. ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,
  274. δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
  275. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
  276. ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
  277. καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,
  278. θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.
  279. καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,
  280. ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,
  281. Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
  282. τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·
  283. οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
  284. ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε
  285. τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
  286. τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν
  287. εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
  288. καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,
  289. Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,
  290. οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
  291. καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·
  292. ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
  293. εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
  294. οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
  295. φυλόπιδα στήσειν πολυάικος πολέμοιο.
  296. Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ
  297. Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.
  298. καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·
  299. ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,
  300. ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους
  301. ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.
  302. Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην,
  303. κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς
  304. ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
  305. ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα
  306. Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.
  307. Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην,
  308. ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
  309. πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  310. ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·
  311. πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη
  312. εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους
  313. ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
  314. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
  315. κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
  316. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
  317. Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
  318. εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
  319. ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·
  320. τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
  321. οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν
  322. κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
  323. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
  324. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·
  325. ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης
  326. μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.
  327. Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.
  328. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  329. τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε
  330. ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·
  331. ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
  332. ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
  333. δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει
  334. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.
  335. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  336. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  337. εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,
  338. πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
  339. καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,
  340. πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·
  341. καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
  342. πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
  343. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  344. ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,
  345. ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς
  346. βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,
  347. ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·
  348. σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.
  349. μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,
  350. πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.
  351. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  352. εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ
  353. Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
  354. νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη
  355. εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.
  356. καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ
  357. τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
  358. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  359. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  360. ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
  361. εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε
  362. τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,
  363. κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
  364. οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
  365. ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
  366. αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ
  367. ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,
  368. ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  369. ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ
  370. οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
  371. ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·
  372. κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,
  373. πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·
  374. ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,
  375. οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
  376. τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
  377. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  378. Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  379. τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
  380. ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
  381. ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;
  382. ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
  383. βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,
  384. ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;
  385. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
  386. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  387. οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
  388. ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,
  389. οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,
  390. ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε
  391. ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,
  392. δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
  393. ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι
  394. νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,
  395. οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο
  396. ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.
  397. ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,
  398. μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·
  399. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,
  400. ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
  401. κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
  402. οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,
  403. Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
  404. ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων
  405. βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις
  406. νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο
  407. χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.
  408. ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
  409. ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·
  410. οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,
  411. κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε
  412. ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
  413. οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα
  414. οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
  415. θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.
  416. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  417. ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς
  418. ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς
  419. ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,
  420. σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.
  421. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
  422. τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·
  423. μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,
  424. ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.
  425. ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·
  426. λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε
  427. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
  428. ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς
  429. ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ
  430. νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,
  431. ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,
  432. καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.
  433. ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις
  434. ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.
  435. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  436. κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν
  437. νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
  438. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  439. εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,
  440. ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,
  441. ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·
  442. οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.
  443. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  444. Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,
  445. ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
  446. νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
  447. ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·
  448. ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
  449. καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
  450. Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  451. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
  452. ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
  453. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  454. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  455. σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
  456. πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ
  457. ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;
  458. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  459. ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,
  460. ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν
  461. εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·
  462. οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
  463. γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,
  464. οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.
  465. πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
  466. Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
  467. ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.
  468. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
  469. μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.
  470. βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
  471. ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
  472. ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
  473. ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
  474. ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.
  475. εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,
  476. ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
  477. ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,
  478. οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
  479. οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,
  480. τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ
  481. πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·
  482. εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·
  483. τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
  484. οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.
  485. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  486. ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
  487. αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
  488. πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·
  489. αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
  490. ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.
  491. ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,
  492. αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·
  493. Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
  494. αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,
  495. οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,