Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
- σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,
- ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
- ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
- οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
- κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,
- οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.
- τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ
- Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ
- εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
- Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην
- ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
- τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·
- Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,
- μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.
- τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·
- καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα
- υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα