Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
  2. δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
  3. ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων
  4. κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
  5. ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,
  6. σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
  7. ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
  8. φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι
  9. ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
  10. Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν
  11. εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·
  12. σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·
  13. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  14. πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
  15. μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·
  16. ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.
  17. ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,
  18. ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
  19. Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,
  20. στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,