Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω·
  2. ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·
  3. κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ
  4. πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.
  5. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
  6. Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,
  7. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
  8. κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,
  9. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  10. νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,
  11. καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·
  12. ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
  13. εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
  14. μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
  15. καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι
  16. παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς
  17. κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
  18. ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
  19. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο·
  20. δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·