Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·
  2. τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος
  3. νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι
  4. στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·
  5. Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν
  6. ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
  7. εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
  8. μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
  9. κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
  10. ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι·
  11. πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι·
  12. κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο
  13. οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.
  14. καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε
  15. παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς
  16. κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
  17. ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
  18. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  19. ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  20. μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω