Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.
  2. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  3. ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
  4. ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.
  5. ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
  6. τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  7. Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
  8. ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
  9. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,
  10. οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
  11. οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
  12. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
  13. τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ
  14. βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·
  15. στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·
  16. Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
  17. ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·
  18. ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
  19. αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος
  20. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·