Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
  2. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
  3. Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
  4. Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων
  5. ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
  6. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
  7. Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
  8. βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα
  9. Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων
  10. Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
  11. ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
  12. τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  13. τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
  14. ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
  15. ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
  16. δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
  17. ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·
  18. νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
  19. σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ
  20. Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ