Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
  2. Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,
  3. ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.
  4. ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,
  5. ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ
  6. Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
  7. δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.
  8. οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.
  9. ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
  10. ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,
  11. ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,
  12. γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.
  13. τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·
  14. ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς
  15. θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.
  16. ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
  17. τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι
  18. σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,
  19. ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·
  20. οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται
  21. οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως
  22. ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.
  23. ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·
  24. ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
  25. Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
  26. δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·
  27. εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,
  28. ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.
  29. ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.
  30. αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,
  31. σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης,
  32. ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων
  33. θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.
  34. τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν
  35. μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν
  36. ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.
  37. τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,
  38. Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
  39. Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·
  40. ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι
  41. ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.
  42. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον
  43. χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων
  44. σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,
  45. ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον
  46. ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.
  47. τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας
  48. στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·
  49. Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
  50. οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι
  51. καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
  52. ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
  53. κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·
  54. ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
  55. καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.
  56. τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  57. Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
  58. μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε
  59. ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.
  60. αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε·
  61. οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν
  62. ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·
  63. οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·
  64. οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.
  65. ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα
  66. λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.