Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  2. καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
  3. ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ.
  4. ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,
  5. ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε
  6. Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,
  7. καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
  8. διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
  9. καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
  10. ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
  11. ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
  12. τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω
  13. σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν
  14. ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
  15. Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
  16. οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
  17. Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ
  18. ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,
  19. τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,
  20. ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,
  21. ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ
  22. κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε·
  23. τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
  24. μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός.
  25. δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας
  26. ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
  27. εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,
  28. βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθη
  29. ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.
  30. καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο,
  31. εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν
  32. ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων,
  33. Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·
  34. μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον
  35. κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·
  36. μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·
  37. ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,
  38. ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.
  39. νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.
  40. τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
  41. Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·
  42. αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.
  43. ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.
  44. τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  45. Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε
  46. καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,
  47. νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος
  48. σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
  49. ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
  50. νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,
  51. ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,
  52. σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·
  53. αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος
  54. Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,
  55. αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.
  56. δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,
  57. ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·
  58. ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
  59. ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.
  60. ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον
  61. σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·
  62. Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.
  63. τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν
  64. ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,
  65. ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,
  66. Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·