Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη
  2. νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.
  3. Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
  4. πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·
  5. ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,
  6. ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
  7. καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
  8. Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.
  9. Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·
  10. Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν
  11. ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.
  12. Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
  13. Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  14. ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας
  15. Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως
  16. φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
  17. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
  18. ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
  19. ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα
  20. ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην