Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.
  2. Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·
  3. βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη
  4. νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.
  5. Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
  6. πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·
  7. ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,
  8. ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
  9. καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα