Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
  2. αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
  3. Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
  4. Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
  5. ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.
  6. πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.
  7. ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον
  8. πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα
  9. αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων