Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
  • δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,
  • καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.
  • δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·
  • καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.
  • τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.
  • τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·
  • κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους
  • εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο·
  • πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.
  • ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα
  • αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν,
  • δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·
  • καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων
  • καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.
  • ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ
  • Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.
  • Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,
  • ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.
  • ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,