Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
  2. ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·
  3. Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
  4. μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·
  5. τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.
  6. Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·
  7. πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν
  8. αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
  9. μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι
  10. ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.
  11. ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
  12. ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·
  13. ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
  14. αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·
  15. ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·
  16. Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην
  17. ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας·
  18. οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·
  19. Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,
  20. Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον