Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
  2. πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,
  3. ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
  4. βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·
  5. ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
  6. τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
  7. βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
  8. Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·
  9. εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,
  10. στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·
  11. Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ
  12. καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,
  13. οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.
  14. ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν
  15. ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
  16. Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·
  17. εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
  18. ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
  19. τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
  20. Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων