Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
  • ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,
  • ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.
  • εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
  • οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
  • ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,
  • ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
  • ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον
  • δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
  • καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,
  • ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.
  • ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·
  • ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
  • καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι
  • πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
  • ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
  • ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
  • ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·
  • ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
  • ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·