ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντοἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες.τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖοχωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα,οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς·τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦενκατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα.νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισινἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰςνυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο,ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲσίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθαἼλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.