Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς
  2. σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,
  3. μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
  4. ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
  5. Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
  6. καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
  7. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  8. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  9. ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα
  10. ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·
  11. αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς
  12. εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων.
  13. αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,
  14. τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·
  15. λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη
  16. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·
  17. οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν
  18. ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,
  19. ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω
  20. αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.