Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.
  2. καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶ
  3. παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι.
  4. αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως
  5. σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι.
  6. αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον
  7. ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος·
  8. ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,
  9. τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.
  10. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  11. ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
  12. εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,
  13. ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς
  14. χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου
  15. ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει.
  16. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης,
  17. ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,
  18. ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.
  19. ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός,
  20. ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί.