Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  2. Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
  3. ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι.
  4. εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ
  5. ἦ τʼ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.
  6. ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·
  7. ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρʼ αὐτοὺς
  8. πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν.
  9. ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·
  10. τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο
  11. ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον
  12. χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.
  13. τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι
  14. χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ.
  15. ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν
  16. ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.
  17. ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν.
  18. ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος
  19. Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·
  20. τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
  21. ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα
  22. Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.
  23. τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος
  24. διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους
  25. Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·
  26. τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος
  27. δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,
  28. ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε
  29. Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι·
  30. τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.
  31. Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους,
  32. Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος
  33. τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι
  34. ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς
  35. μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·
  36. Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν
  37. Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν
  38. παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·
  39. οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποι
  40. βάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι.
  41. τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ
  42. πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.
  43. ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ
  44. παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.
  45. μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι·
  46. μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ
  47. νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·
  48. μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.
  49. ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς
  50. ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,
  51. ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·
  52. ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,
  53. αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει
  54. ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,
  55. ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.
  56. σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει.
  57. ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης
  58. ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,
  59. λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ
  60. ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς
  61. ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,
  62. ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,
  63. καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.
  64. τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,
  65. αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ
  66. ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον
  67. κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.
  68. ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,
  69. ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
  70. κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν,
  71. μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς·
  72. χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ
  73. ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.
  74. εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,
  75. οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ,
  76. οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι
  77. Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,
  78. ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί.
  79. ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ
  80. ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε.
  81. Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους.
  82. ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·
  83. πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο
  84. Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος·
  85. τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,
  86. τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε
  87. Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους.
  88. στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς
  89. τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν
  90. ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,
  91. ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.
  92. οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν,
  93. πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν
  94. ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο
  95. νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη
  96. ἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,
  97. χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.
  98. ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,
  99. ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δʼ ἐλατῆρες
  100. ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου
  101. νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος
  102. ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο.
  103. ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι
  104. ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου
  105. φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα
  106. αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.
  107. τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι
  108. Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς·
  109. αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,
  110. πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω
  111. θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.
  112. καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν,
  113. εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,
  114. ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.
  115. τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,
  116. οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,
  117. οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.
  118. οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων
  119. Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν,
  120. δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν·
  121. ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει,
  122. ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι
  123. ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.
  124. αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,
  125. ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,
  126. θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε
  127. δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
  128. Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,
  129. πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη
  130. ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε.
  131. τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.
  132. Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·
  133. ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.
  134. ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω
  135. Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη
  136. νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν·
  137. ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,
  138. καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ
  139. Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι;
  140. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  141. οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν
  142. ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,
  143. αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.
  144. ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·
  145. ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω
  146. στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.
  147. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
  148. μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα
  149. στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.
  150. ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ
  151. ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·
  152. τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.
  153. Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους
  154. ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.
  155. Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·
  156. Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους·
  157. στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι·
  158. μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.
  159. ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε
  160. κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.
  161. ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,
  162. ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,
  163. τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω
  164. Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν
  165. μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,
  166. δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ
  167. ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.
  168. τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·
  169. Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·
  170. ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.
  171. ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.
  172. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
  173. μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ.
  174. φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα
  175. ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.
  176. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
  177. μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.
  178. Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο
  179. ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.
  180. πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους·
  181. ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·
  182. τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας
  183. ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα,
  184. ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ
  185. λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.
  186. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  187. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  188. οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;
  189. ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,
  190. ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ
  191. ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·
  192. ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,
  193. νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε
  194. Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·
  195. ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη
  196. εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·
  197. ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι,
  198. αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.
  199. ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε
  200. εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ
  201. Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει
  202. Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.
  203. τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·
  204. Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν
  205. ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.
  206. οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον,
  207. οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·
  208. ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ
  209. λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.
  210. ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,
  211. Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.
  212. τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  213. Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα
  214. δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
  215. δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,
  216. ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,
  217. ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.
  218. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας
  219. χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·
  220. καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν,
  221. εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·
  222. μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν
  223. Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.
  224. καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.
  225. ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε
  226. ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης
  227. ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος
  228. ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.
  229. ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,
  230. μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι
  231. ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.
  232. αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,
  233. ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε
  234. ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ
  235. γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν
  236. ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.
  237. στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς
  238. ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.
  239. αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,
  240. κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν
  241. ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον,
  242. δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα
  243. καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους.
  244. τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους
  245. κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον·
  246. ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.
  247. ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα
  248. ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·
  249. τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι
  250. οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ
  251. χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·
  252. τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο
  253. λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,
  254. ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ
  255. ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·
  256. εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,
  257. τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν.
  258. αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος
  259. λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·
  260. βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,
  261. ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.
  262. υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων
  263. ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.
  264. τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,
  265. στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε·
  266. λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·
  267. ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς
  268. δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.
  269. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.
  270. καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,
  271. εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
  272. Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς·
  273. ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς
  274. τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον
  275. τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω
  276. αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν
  277. εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.
  278. εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ
  279. ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς
  280. καὶ πρόβατʼ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι·
  281. τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον
  282. ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί.
  283. τὴν δʼ ἐγὼ οὐ δώσω· περὶ δʼ αὐτῆς πειρηθήτω
  284. ἀνδρῶν ὅς κʼ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.
  285. ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς
  286. χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·
  287. καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
  288. Ἀντίλοχʼ, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο
  289. Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.
  290. δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων
  291. χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο
  292. ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.
  293. ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ
  294. οἰσέμεναι κλισίηθεν· ὃ δʼ ᾤχετο καί οἱ ἔνεικεν,
  295. Εὐμήλῳ δʼ ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων.
  296. τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων
  297. Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δʼ ἄρα κῆρυξ
  298. χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν
  299. Ἀργείους· ὃ δʼ ἔπειτα μετηύδα ἰσόθεος φώς·
  300. Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.
  301. ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους
  302. τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.
  303. ἀλλʼ ἄγετʼ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  304. ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δʼ ἐπʼ ἀρωγῇ,
  305. μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων·
  306. Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος
  307. οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν
  308. ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.
  309. εἰ δʼ ἄγʼ ἐγὼν αὐτὸς δικάσω, καί μʼ οὔ τινά φημι
  310. ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται.
  311. Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί,
  312. στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην
  313. χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες,
  314. ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον
  315. ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.
  316. τὸν δʼ αὖτʼ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·
  317. ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι
  318. σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.
  319. οἶσθʼ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·
  320. κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.
  321. τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς
  322. δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο
  323. μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι
  324. βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα
  325. ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.
  326. ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς
  327. ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς
  328. ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση
  329. ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·
  330. ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.
  331. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  332. Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς
  333. χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρων
  334. ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.
  335. δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.
  336. οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.
  337. ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας
  338. σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο·
  339. τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον
  340. δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε
  341. ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
  342. ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ
  343. ἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα.
  344. Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντα
  345. τέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον,
  346. ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς
  347. Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·
  348. τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω
  349. Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν
  350. ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλον
  351. αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,
  352. οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι
  353. θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.
  354. ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων,
  355. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  356. ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·
  357. οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες
  358. ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.
  359. εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη
  360. ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ
  361. Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα·
  362. ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν
  363. οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων.
  364. πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,
  365. Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη·
  366. Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,
  367. δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.
  368. οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε
  369. πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,
  370. οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα.
  371. οἳ δʼ ἄρʼ ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν,
  372. ἔμπεδον ἡνιόχευʼ, ὃ δʼ ἄρα μάστιγι κέλευεν.
  373. ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων
  374. ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ
  375. πείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν.
  376. ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.
  377. τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,
  378. ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,
  379. τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς.
  380. σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν.
  381. ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν
  382. ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο.
  383. αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·
  384. ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι
  385. ἑξέτεʼ ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι·
  386. τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.
  387. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  388. Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
  389. ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,
  390. πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κʼ Ἀπόλλων
  391. δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,
  392. ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω·
  393. αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.
  394. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε
  395. εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,
  396. ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε·
  397. ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·
  398. ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν
  399. πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.
  400. ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν
  401. ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι.
  402. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  403. ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω.
  404. κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων,
  405. οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.
  406. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  407. Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς
  408. Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,
  409. ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο
  410. ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.
  411. τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο
  412. θαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην.
  413. ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα
  414. δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.
  415. τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,
  416. ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω
  417. σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.
  418. δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς
  419. πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός,
  420. κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν
  421. ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.
  422. ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
  423. θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,
  424. ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς
  425. χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι,
  426. οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν
  427. αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε·
  428. κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,
  429. αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.
  430. Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα
  431. δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,
  432. τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην,
  433. τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·
  434. ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε,
  435. πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.
  436. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  437. ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.
  438. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,
  439. ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.
  440. ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,
  441. ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν
  442. ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων
  443. δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.
  444. τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν
  445. ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς,
  446. πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους
  447. αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ
  448. νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·
  449. οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,
  450. οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος.
  451. ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,
  452. δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·
  453. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  454. ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει.
  455. ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς·
  456. κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,
  457. κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς
  458. κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.
  459. δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
  460. κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν,
  461. ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
  462. πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.
  463. καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον,
  464. εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·
  465. μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι·
  466. νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες
  467. ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.
  468. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,
  469. καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.
  470. Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα
  471. ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα
  472. χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν
  473. πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,
  474. Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον,
  475. στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν·
  476. υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε
  477. Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.
  478. καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,
  479. ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·
  480. δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,
  481. ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε.
  482. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  483. ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
  484. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας,
  485. ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς
  486. Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.
  487. στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς.
  488. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα
  489. ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς
  490. ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο
  491. στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ
  492. πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει
  493. στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν
  494. ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·
  495. κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς
  496. αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ
  497. νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.
  498. ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς
  499. εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·
  500. κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.
  501. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
  502. γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.
  503. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,
  504. ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,
  505. τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,
  506. οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·
  507. ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·
  508. κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
  509. ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.
  510. στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο
  511. ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν·
  512. ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ
  513. μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει.
  514. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
  515. Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον
  516. μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  517. εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν
  518. ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.
  519. Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν,
  520. οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων·
  521. ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ
  522. ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.
  523. ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.
  524. τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·
  525. Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,
  526. ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.
  527. ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων.
  528. αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος
  529. θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν
  530. τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.
  531. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  532. ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,
  533. τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε
  534. ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.
  535. ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,
  536. ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα,
  537. τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον
  538. καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·
  539. τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·
  540. καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.
  541. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,
  542. ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.
  543. οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
  544. ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι
  545. δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς.
  546. ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  547. τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.
  548. ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
  549. νύξʼ, οὐδὲ χρόʼ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·
  550. Τυδεΐδης δʼ ἄρʼ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο