Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι
  2. μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,
  3. ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες
  4. Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
  5. αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο,
  6. ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.
  7. ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.
  8. οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους
  9. μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.
  10. δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν
  11. δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.
  12. τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
  13. χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·
  14. χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·
  15. πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην
  16. Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,
  17. δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν
  18. Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
  19. ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα
  20. πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας