Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος
  2. χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους,
  3. κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο
  4. μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.
  5. πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ
  6. σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες·
  7. πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ
  8. εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·
  9. πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
  10. αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα
  11. εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν
  12. σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.
  13. οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,
  14. αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν
  15. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν
  16. Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.
  17. αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·
  18. οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,
  19. οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι
  20. πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι