Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη
  2. βηλῷ ἔπι λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι
  3. πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·
  4. ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·
  5. οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα
  6. Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας
  7. ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.
  8. ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν
  9. ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,
  10. ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται
  11. Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.
  12. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπεβήσετο, τοὶ δʼ ὀρέοντο
  13. ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.
  14. αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα
  15. πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην,
  16. ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ.
  17. παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον
  18. φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς
  19. χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον
  20. οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν