Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.
  2. ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων
  3. νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,
  4. ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,
  5. ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων.
  6. ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,
  7. ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,
  8. τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.
  9. οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι
  10. Θρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων.
  11. Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς
  12. κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν·
  13. οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο·
  14. τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,
  15. ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν·
  16. Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
  17. πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ
  18. πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα
  19. ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν
  20. εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται·