Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
  2. ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστο
  3. Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
  4. ἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,
  5. ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο
  6. δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε.
  7. κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα
  8. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο
  9. Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι
  10. νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν
  11. χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.
  12. κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·
  13. τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·
  14. ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·
  15. δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται.
  16. αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ
  17. στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα
  18. πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.
  19. αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶς
  20. δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς