Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ
  2. ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν.
  3. λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,
  4. ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ
  5. γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται
  6. Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
  7. Τρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε.
  8. τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·
  9. τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ
  10. ὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,
  11. Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·
  12. τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε
  13. μήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός.
  14. ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·
  15. Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
  16. τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα
  17. σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ
  18. εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρ
  19. Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς
  20. δειδέχατʼ· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα