Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
  2. ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.
  3. οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
  4. ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον
  5. εἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι
  6. χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.
  7. καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
  8. σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.
  9. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  10. καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε·
  11. τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ
  12. ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
  13. στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.
  14. Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·
  15. ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν.
  16. Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
  17. ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·
  18. Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι·
  19. ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.
  20. νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν,