Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
  2. Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε
  3. πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.
  4. μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,
  5. ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
  6. ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,
  7. τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,
  8. οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις,
  9. ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν
  10. ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν·
  11. ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
  12. ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν
  13. ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
  14. καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ
  15. τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι
  16. χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
  17. οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ
  18. ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,
  19. ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς
  20. πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ