Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν
  2. ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας
  3. τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
  4. κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος
  5. παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.
  6. φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,
  7. αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.
  8. τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι
  9. Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν.
  10. τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,
  11. κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.
  12. καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι
  13. χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,
  14. τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,
  15. οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,
  16. ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
  17. καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·
  18. ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν
  19. δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.
  20. ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,