Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
  2. κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.
  3. τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο
  4. δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·
  5. αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,
  6. οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,
  7. ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ
  8. χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.
  9. ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε
  10. Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην·
  11. καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,
  12. εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης
  13. ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης·
  14. ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις
  15. ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.
  16. εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,
  17. ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·
  18. πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,
  19. οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν
  20. στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.