Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας
  2. τῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε
  3. σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.
  4. αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν
  5. Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει·
  6. τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός,
  7. ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράποντα
  8. ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ
  9. νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.
  10. ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ
  11. οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,
  12. πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,
  13. ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος
  14. κτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.
  15. ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους
  16. τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
  17. ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων,
  18. ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
  19. στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων
  20. νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,