Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,
  2. τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.
  3. Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,
  4. εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη
  5. μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,
  6. νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·
  7. οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,
  8. ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων
  9. ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ·
  10. ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ
  11. κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε
  12. θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς
  13. δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο
  14. αἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον
  15. μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,
  16. πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε
  17. ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
  18. Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες
  19. ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν
  20. αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς