Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
  2. δηρὸν ἑκὰς στρωφᾶσθʼ, ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊ
  3. ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς
  4. ὡς εἶδʼ, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·
  5. ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν,
  6. ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδʼ ἂν ἔτι δὴν
  7. ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.
  8. ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·
  9. ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
  10. τὸν δʼ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ·
  11. Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
  12. ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
  13. ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.
  14. οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.
  15. ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
  16. αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
  17. δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.
  18. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνη
  19. πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο
  20. ἦκα μάλα ψύξασα· τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον,