Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς
  2. ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,
  3. σμερδαλέα ἰάχων· τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων
  4. ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ.
  5. τρὶς μὲν ἔπειτʼ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς
  6. ἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν.
  7. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
  8. δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
  9. ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
  10. ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων,
  11. ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
  12. ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
  13. εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
  14. νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
  15. ὣς εἰπὼν Δρύοπʼ οὖτα κατʼ αὐχένα μέσσον ἄκοντι·
  16. ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε,
  17. Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε
  18. κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα
  19. οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·
  20. αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος