ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸςἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆαςπρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς.φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαοεὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη·τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονταισήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισινὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇςἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα,ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·